Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.95.5 | Hdt. 4.97.3 (English) | >>Hdt. 4.98.2 |
4.97.1
Δαρεῖος δὲ ὡς ἀπίκετο καὶ ὁ πεζὸς ἅμʼ αὐτῷ στρατὸς ἐπὶ τὸν Ἴστρον , ἐνθαῦτα διαβάντων πάντων Δαρεῖος ἐκέλευσε τούς τε Ἴωνας τὴν σχεδίην λύσαντας ἕπεσθαι κατʼ ἤπειρον ἑωυτῷ καὶ τὸν ἐκ τῶν νεῶν στρατόν .
4.97.2 μελλόντων δὲ τῶν Ἰώνων λύειν καὶ ποιέειν τὰ κελευόμενα , Κώης ὁ Ἐρξάνδρου στρατηγὸς ἐὼν Μυτιληναίων ἔλεξε Δαρείῳ τάδε , πυθόμενος πρότερον εἴ οἱ φίλον εἴη γνώμην ἀποδέκεσθαι παρὰ τοῦ βουλομένου ἀποδείκνυσθαι ·
4.97.3 “ὦ βασιλεῦ , ἐπὶ γῆν γὰρ μέλλεις στρατεύεσθαι τῆς οὔτε ἀρηρομένον φανήσεται οὐδὲν οὔτε πόλις οἰκεομένη · σύ νυν γέφυραν ταύτην ἔα κατὰ χώρην ἑστάναι , φυλάκους αὐτῆς λιπὼν τούτους οἵπερ μιν ἔζευξαν .
4.97.4 καὶ ἤν τε κατὰ νόον πρήξωμεν εὑρόντες Σκύθας , ἔστι ἄποδος ἡμῖν , ἤν τε καὶ μή σφεας εὑρεῖν δυνώμεθα , ἥ γε ἄποδος ἡμῖν ἀσφαλής · οὐ γὰρ ἔδεισά κω μὴ ἑσσωθέωμεν ὑπὸ Σκυθέων μάχῃ , ἀλλὰ μᾶλλον μὴ οὐ δυνάμενοι σφέας εὑρεῖν πάθωμεν τι ἀλώμενοι .
4.97.5 καὶ τάδε λέγειν φαίη τις ἄν με ἐμεωυτοῦ εἵνεκεν , ὡς καταμένω · ἐγὼ δὲ γνώμην μὲν τὴν εὕρισκον ἀρίστην σοί , βασιλεῦ , ἐς μέσον φέρω , αὐτὸς μέντοι ἕψομαί τοι καὶ οὐκ ἂν λειφθείην .”
4.97.6 κάρτα τε ἥσθη τῇ γνώμῃ Δαρεῖος καὶ μιν ἀμείψατο τοισίδε · “ξεῖνε Λέσβιε , σωθέντος ἐμεῦ ὀπίσω ἐς οἶκον τὸν ἐμὸν ἐπιφάνηθί μοι πάντως , ἵνα σε ἀντὶ χρηστῆς συμβουλίης χρηστοῖσι ἔργοισι ἀμείψωμαι .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.95.5 | Hdt. 4.97.3 (English) | >>Hdt. 4.98.2 |